Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.33 Dem. 40.37 (English) >>Dem. 40.40

40.35ὡς δʼ ἐν κεφαλαίῳ εἰπεῖν, κακά μοι παρέχων ἠνάγκασέ με λαχεῖν αὑτῷ δίκην περὶ τοῦ ὀνόματος, οὐχ ἵνα χρήματα παρʼ αὐτοῦ λάβω, ἄνδρες δικασταί, ἀλλʼ ἵνα, ἐὰν ὑμῖν δοκῶ δεινὰ πάσχειν καὶ βλάπτεσθαι μεγάλα, οὑτοσὶ καλῆται Βοιωτός, ὥσπερ πατὴρ αὐτῷ ἔθετο. ὅτι τοίνυν ἀληθῆ καὶ ταῦτα λέγω, λαβέ μοι καὶ τὰς περὶ τούτων μαρτυρίας.Μαρτυρίαι

40.36πρὸς τούτοις τοίνυν καὶ ὅτι ἐγὼ στρατευόμενος καὶ μετὰ Ἀμεινίου ξενολογήσας, ἄλλοθέν τε χρήματα εὐπορήσας καὶ ἐκ Μυτιλήνης παρὰ τοῦ ὑμετέρου προξένου Ἀπολλωνίδου καὶ παρὰ τῶν φίλων τῆς πόλεως λαβὼν τριακοσίους στατῆρας Φωκαιᾶς, ἀνήλωσα εἰς τοὺς στρατιώτας, ἵνα πρᾶξίς τις πραχθείη καὶ ὑμῖν καὶ ἐκείνοις συμφέρουσα, 40.37περὶ τούτων μοι δικάζεται ὡς πατρικὸν κεκομισμένῳ χρέως παρὰ τῆς πόλεως τῆς Μυτιληναίων, Καμμῦ τῷ τυραννοῦντι Μυτιλήνης ὑπηρετῶν, ὃς καὶ ὑμῖν κοινῇ καὶ ἐμοὶ ἰδίᾳ ἐχθρός ἐστιν. ὅτι δὲ πατὴρ ἡμῶν, ἣν ἐψηφίσαντο αὐτῷ δωρεὰν οἱ Μυτιληναῖοι, εὐθὺς αὐτὸς ἐκομίσατο, καὶ ὡς οὐδὲν ὠφείλετο αὐτῷ χρέως ἐν Μυτιλήνῃ, τῶν ὑμετέρων φίλων παρέξομαι μαρτυρίαν.Μαρτυρία

40.38ἔχων τοίνυν, ἄνδρες δικασταί, καὶ ἄλλα πολλὰ καὶ δεινὰ λέγειν, οὗτος καὶ εἰς ἐμὲ καὶ εἰς ὑμῶν ἐνίους ἡμάρτηκεν, ἀναγκάζομαι διὰ τὸ ὀλίγον εἶναί μοι τὸ ὕδωρ παραλιπεῖν. νομίζω δὲ καὶ ἐκ τούτων ὑμῖν ἱκανῶς ἐπιδεδεῖχθαι, ὡς οὐ τοῦ αὐτοῦ ἀνθρώπου ἐστίν, ἀγῶνα μέν μοι περὶ φυγῆς κατασκευάζειν καὶ δίκας οὐδὲν προσηκούσας δικάζεσθαι, πρὸς δὲ τὸν διαιτητὴν ἀπαντᾶν ἀπαράσκευον. ὥστε περὶ μὲν τούτων ἂν ἐπιχειρῇ λέγειν, οὐκ οἴομαι ὑμᾶς ἀποδέξεσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.33 Dem. 40.37 (English) >>Dem. 40.40

Powered by PhiloLogic